Ἰωσὴφ καὶ Λέανδρος τοῖς ἀκροαμένοις χαίρειν. σήμερον, ἐν τῷ νέῳ ἐπεισοδίῳ τοῦ ἀκροάματος, ἀναγιγνώσκομεν ποίημα ὃ ἔγραψεν Ἐμπεδοκλῆς περὶ τοῦ Πυθαγόρου:
ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια ειδώς,
ὅς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον,
παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων.
ὁππότε γὰρ πάσῃσιν όρέξαιτo πραπίδεσσι,
ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστα,
καί τε δέκ ' ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν.
καὶ περὶ τῶν θαυμάτων ἐν τούτῳ τῷ μέρει λαλοῦμεν:
πάλιν δ᾿ ἐν Καυλωνίαι, ὥς φησιν ᾿Αριστοτέλης [προυσήμηνε τὴν λευκὴν ἄρκτον. καὶ ὁ αὐτὸς ᾿Αριστοτέλης] γράφων περὶ αὐτοῦ πολλὰ μὲν καὶ ἄλλα λέγει καὶ ᾿τὸν ἐν Τυρρηνίαι, φησίν, δάκνοντα θανάσιμον ὄφιν αὐτὸς δάκνων ἀπέκτεινεν᾿. καὶ τὴν γινομένην δὲ στάσιν τοῖς Πυθαγορείοις προειπεῖν. διὸ καὶ εἰς Μεταπόντιον ἀπῆρεν ὑπὸ μηδενὸς θεωρηθείς, καὶ ὑπὸ τοῦ Κάσα ποταμοῦ διαβαίνων σὺν ἄλλοις ἤκουσε φωνὴν μεγάλην ὑπὲρ ἄνθρωπον· ᾿Πυθαγόρα, χαῖρε᾿. τοὺς δὲ παρόντας περιδεεῖς γενέσθαι. ἐφάνη δέ ποτε καὶ ἐν Κρότωνι καὶ ἐν Μεταποντίωι τῆι αὐτῆι ἡμέραι καὶ ὥραι. ἐν θεάτρωι δὲ καθήμενός ποτε ἐξανίστατο, ὥς φησιν ᾿Αριστοτέλης, καὶ τὸν ἴδιον μηρὸν παρέφηνε τοῖς καθημένοις ὡς χρυσοῦν.
A 7/ 2 = Apollónios Paradox., Historiae mirabiles 6,1 Giannini.
εὐώχεισθε!
Support the podcast and get access to episodes in advance: https://www.patreon.com/Hellenizdein?fan_landing=true&view_as=public
Follow us ον Twitter: https://twitter.com/ancientgreekpod
Join our Facebook group: https://www.facebook.com/groups/604916774052809
Follow us on instagram: https://www.instagram.com/ancientgreekpodcast/
Write to us personally at:
[email protected]