Description
χαίρετε πάντες, νῦν δύνασθε ἀκοῦσαι ἡμῶν ἐν τῷ τρίτῳ ἐπεισοδίῳ τοῦ Πυθαγόρου, λεγόντων περὶ τίνος φησιν ὁ Ἡρόδοτος καὶ ὁ Πλούταρχος καὶ ὁ Διογένης Λαέρτιος τῆς παιδείας αὐτοῦ ἐν Αἰγύπτῳ. ἴδεσθε οὖν τὰ μέρη περὶ ὧν λαλοῦμεν κάτω.
εὐωχεῖσθε!
Ἰωσὴφ καὶ Λέανδρος
Hi everyone, now you can listen to us in our third episode on Pythagoras, speaking about what Herodotus, Plutarch and Diogenes Laertius say about his education in Egypt. Check out the sections which we chat about below.
Enjoy!
Josep & Leigh
πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοι εἰσὶ οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατος ἐστί, τοῦ σώματος δὲ καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται, ἐπεὰν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γινόμενον ἐσδύνει: τὴν περιήλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι. τούτῳ τῷ λόγῳ εἰσὶ οἳ Ἑλλήνων ἐχρήσαντο, οἳ μὲν πρότερον οἳ δὲ ὕστερον, ὡς ἰδίῳ ἑωυτῶν ἐόντι: τῶν ἐγὼ εἰδὼς τὰ οὐνόματα οὐ γράφω.
Ἡροδότου 2.123
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0125%3Abook%3D2%3Achapter%3D123
νέος δ᾽ ὢν καὶ φιλομαθὴς ἀπεδήμησε τῆς πατρίδος καὶ πάσας ἐμυήθη τάς θ᾽ Ἑλληνικὰς καὶ βαρβαρικὰς τελετάς. ἐγένετ᾽ οὖν ἐν Αἰγύπτῳ, ὁπηνίκα καὶ Πολυκράτης αὐτὸν Ἀμάσιδι συνέστησε δι᾽ ἐπιστολῆς: καὶ ἐξέμαθε τὴν φωνὴν αὐτῶν, καὶ παρὰ Χαλδαίοις ἐγένετο καὶ Μάγοις. κατῆλθεν καὶ ἐν Αἰγύπτῳ εἰς τὰ ἄδυτα: καὶ τὰ περὶ θεῶν ἐν ἀπορρήτοις ἔμαθεν.
Διογένους Λαέρτιου 8.2-3
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0257:book=8:chapter=1
μαρτυροῦσι δὲ καὶ τῶν Ἑλλήνων οἱ σοφώτατοι, Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς δ᾽ ἔνιοί φασι, καὶ Λυκοῦργος, εἰς Αἴγυπτον ἀφικόμενοι καὶ συγγενόμενοι τοῖς ἱερεῦσιν. Εὔδοξος μὲν οὖν Χονούφεώς φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαΐτου, Πυθαγόραν δ᾽ Οἰνούφεως Ἡλιοπολίτου. μάλιστα δ᾽ οὗτος, ὡς ἔοικε, θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμιμήσατο τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες, ἀναμίξας αἰνίγμασι τὰ δόγματα: τῶν γὰρ καλουμένων ἱερογλυφικῶν γραμμάτων οὐδὲν ἀπολείπει τὰ πολλὰ τῶν Πυθαγορικῶν παραγγελμάτων, οἷόν ἐστι τὸ ‘μὴ ἐσθίειν ἐπὶ δίφρου’ ‘μηδ᾽ ἐπὶ χοίνικος καθῆσθαι’ ‘μηδὲ φοίνικα φυτεύειν’ ‘μηδὲ πῦρ μαχαίρᾳ σκαλεύειν ἐν οἰκίᾳ.
Πλουτάρχου Περὶ Ἴσιδος καὶ Ὀσίριδος 10 (354e-f)
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext
χαίρετε, ὦ ἀκροαταί! This week we continue reading Strabo's Geographica, this time talking about the section on Spain.
καλῶς ὑμῖν γένοιτο!
Josep & Leandros
Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode...
Published 11/01/24
χαίρετε, ὦ ἀκροαταί! This week we are reading Strabo's Geographica and so this episode serves as an introduction to discussing the cardinal directions in simple ancient Greek. If you would like to practice this further, you can find more in Logos (p.77, 248) and Polis (p.185, 236).
εὐωχοῦ τοῦ...
Published 10/18/24